Πρεσβύτερος Γεώργιος καί οἱ σύν αὐτῷ Δώδεκα Νεομάρτυρες Γέργερης (Απολυτίκια)

neomartires_gergeris

ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.

Εὐωδέστατον θῦμα, τῷ Θεῷ προσενήνεξαι, ἐν ἱερουργίας τῇ ὥρᾳ, θεομάκαρ Γεώργιε, ἐχθρῶν μὴ πτοηθεὶς ἐπιδρομήν, καὶ ἔνδον τοῦ Ναοῦ σφαγιασθείς, σὺν υἱῶν σου δωδεκάδι πνευματικῶν, μεθ᾿ ὧν τὸν Χριστὸν δυσώπει, σώζεσθαι ἐκ κινδύνων χαλεπῶν, Γέργερην τήν τιμῶσάν σε, καὶ δόξῃ καυχωμένην εὐσεβῶς, τοῦ μαρτυρίου σου.

Ἕτερον. Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Θυσία ὑπέρτιμος, θύων Θεοῦ τὸν ἀμνόν, ἐγένου Γεώργιε, ἐν τῷ Ναῷ τὴν σφαγήν, ἀνδρείως δεξάμενος· ὅθεν τῇ οὐρανίῳ, ἐντυγχάνων τραπέζῃ, μνείαν ποιοῦ ἀπαύστως, τῶν πιστῶς σε τιμώντων, καὶ σκέπε ταῖς εὐχαῖς σου ἀεί, τήν ποίμνην σου Ἅγιε.

1topos_martiriou_neomartiron_gergeris

2topos_martiriou_neomartiron_gergeris

Ὁ Ἱ. Ναός Μεταμορφώσεως τοῦ Κυρίου Γέργερης, τόπος μαρτυρίου τοῦ Πρεσβυτέρου Γεωργίου Κυριακίδη καί τῶν σύν αὐτῷ δώδεκα Νεομαρτύρων Γέργερης